[204β]
ἕτερον ἑκάτερον;
Θεαίτητος
ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον.
Σωκράτης
ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή: εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον.
Σωκράτης
οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος;
Σωκράτης
τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθ᾽ ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ