[145δ]
Σωκράτης
καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;
Σωκράτης
καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρ᾽ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλ᾽ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε: ἆρ᾽ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;