[201ξ]
ἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν;
Σωκράτης
οὐκ ἄν, ὦ φίλε, εἴ γε ταὐτὸν ἦν δόξα τε ἀληθὴς †καὶ δικαστήρια† καὶ ἐπιστήμη, ὀρθά ποτ᾽ ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης: νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι.
Θεαίτητος
ὅ γε ἐγώ, ὦ Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δ᾽ ἐννοῶ: ἔφη δὲ τὴν μὲν μετὰ λόγου