[200δ]
ἐπιστήμης, ἐκείνην ἀφέντες; τὸ δ᾽ ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτ᾽ ἐστίν.
Θεαίτητος
ἀνάγκη, ὦ Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι.
Σωκράτης
τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην; οὐ γάρ που ἀπεροῦμέν γέ πω;
Θεαίτητος
ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς.
Σωκράτης
λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστ᾽ ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν;