[146ξ]
ἀπειθεῖν, ὡς ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεις, οὔτε θέμις περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν. ἀλλ᾽ εὖ καὶ γενναίως εἰπέ: τί σοι δοκεῖ εἶναι ἐπιστήμη;
Θεαίτητος
ἀλλὰ χρή, ὦ Σώκρατες, ἐπειδήπερ ὑμεῖς κελεύετε. πάντως γάρ, ἄν τι καὶ ἁμάρτω, ἐπανορθώσετε.
Σωκράτης
πάνυ μὲν οὖν, ἄνπερ γε οἷοί τε ὦμεν.
Θεαίτητος
δοκεῖ τοίνυν μοι καὶ ἃ παρὰ Θεοδώρου ἄν τις μάθοι ἐπιστῆμαι εἶναι, γεωμετρία τε καὶ ἃς νυνδὴ σὺ διῆλθες,