[201δ]
ἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης: καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, ἃ δ᾽ ἔχει, ἐπιστητά.
Σωκράτης
ἦ καλῶς λέγεις. τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύ τε κἀγὼ ἀκηκόαμεν.
Θεαίτητος
ἀλλ᾽ οὐκ οἶδα εἰ ἐξευρήσω: λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμ᾽ ἄν.