[164β]
Σωκράτης
τὸ δέ γε ‘οὐχ ὁρᾷ’ ‘οὐκ ἐπίσταταί’ ἐστιν, εἴπερ καὶ τὸ ‘ὁρᾷ’ ‘ἐπίσταται.’
Σωκράτης
συμβαίνει ἄρα, οὗ τις ἐπιστήμων ἐγένετο, ἔτι μεμνημένον αὐτὸν μὴ ἐπίστασθαι, ἐπειδὴ οὐχ ὁρᾷ: ὃ τέρας ἔφαμεν ἂν εἶναι εἰ γίγνοιτο.
Σωκράτης
τῶν ἀδυνάτων δή τι συμβαίνειν φαίνεται ἐάν τις ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν φῇ εἶναι.