[201α]
ἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον, μένουσι δὲ δῆλον οὐδέν.
Θεαίτητος
ὀρθῶς λέγεις: ἀλλ᾽ ἴωμέν γε καὶ σκοπῶμεν.
Σωκράτης
οὐκοῦν τοῦτό γε βραχείας σκέψεως: τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό.
Θεαίτητος
πῶς δή; καὶ τίς αὕτη;
Σωκράτης
ἡ τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράς τε καὶ δικανικούς. οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἃ ἂν βούλωνται. ἢ σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι,