[180β]
μήτ᾽ ἐν λόγῳ μήτ᾽ ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι: τούτῳ δὲ πάνυ πολεμοῦσιν, καὶ καθ᾽ ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν.
Σωκράτης
ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσιν δὲ οὐ συγγέγονας: οὐ γὰρ σοὶ ἑταῖροί εἰσιν. ἀλλ᾽ οἶμαι τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι.