[153δ]
Ὅμηρος λέγει, καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ κινουμένη καὶ ὁ ἥλιος, πάντα ἔστι καὶ σῴζεται τὰ ἐν θεοῖς τε καὶ ἀνθρώποις, εἰ δὲ σταίη τοῦτο ὥσπερ δεθέν, πάντα χρήματ᾽ ἂν διαφθαρείη καὶ γένοιτ᾽ ἂν τὸ λεγόμενον ἄνω κάτω πάντα;
Θεαίτητος
ἀλλ᾽ ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ταῦτα δηλοῦν ἅπερ λέγεις.
Σωκράτης
ὑπόλαβε τοίνυν, ὦ ἄριστε, οὑτωσί: κατὰ τὰ ὄμματα πρῶτον, ὃ δὴ καλεῖς χρῶμα λευκόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω τῶν σῶν ὀμμάτων μηδ᾽ ἐν τοῖς ὄμμασι μηδέ