[142β]
Εὐκλείδης
ζῶντι καὶ μάλα μόλις: χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.
Τερψσίων
οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.
Εὐκλείδης
καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.