[200ε]
Θεαίτητος
ὅπερ ἐπεχειροῦμεν, ὦ Σώκρατες, ἐν τῷ πρόσθεν: οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν.
Θεαίτητος
τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι. ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπ᾽ αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.
Σωκράτης
ὁ τὸν ποταμὸν καθηγούμενος, ὦ Θεαίτητε, ἔφη ἄρα δείξειν αὐτό: καὶ τοῦτο ἐὰν ἰόντες ἐρευνῶμεν, τάχ᾽ ἂν