[159β]
Σωκράτης
λέγωμεν δὴ ἐμέ τε καὶ σὲ καὶ τἆλλα ἤδη κατὰ τὸν αὐτὸν λόγον, Σωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα. πότερον ὅμοιον τοῦτ᾽ ἐκείνῳ ἢ ἀνόμοιον φήσομεν;
Θεαίτητος
ἆρα τὸν ἀσθενοῦντα Σωκράτη, ὅλον τοῦτο λέγεις ὅλῳ ἐκείνῳ, τῷ ὑγιαίνοντι Σωκράτει;
Σωκράτης
κάλλιστα ὑπέλαβες: αὐτὸ τοῦτο λέγω.