[305α]
Ξένος
οὐκοῦν ἄρχουσαν ταύτης αὐτὴν ἀποφανούμεθα, εἴπερ τοῖς ἔμπροσθέν γε ὑποληψόμεθα ὁμοίως;
Ξένος
τίν᾽ οὖν ποτε καὶ ἐπιχειρήσομεν οὕτω δεινῆς καὶ μεγάλης τέχνης συμπάσης τῆς πολεμικῆς δεσπότιν ἀποφαίνεσθαι πλήν γε δὴ τὴν ὄντως οὖσαν βασιλικήν;
Νεώτερος Σωκράτης
οὐδεμίαν ἄλλην.
Ξένος
οὐκ ἄρα πολιτικὴν θήσομεν, ὑπηρετικήν γε οὖσαν, τὴν τῶν στρατηγῶν ἐπιστήμην.