[272β]
γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου: τόνδε δ᾽ ὃν λόγος ἐπὶ Διὸς εἶναι, τὸν νυνί, παρὼν αὐτὸς ᾔσθησαι: κρῖναι δ᾽ αὐτοῖν τὸν εὐδαιμονέστερον ἆρ᾽ ἂν δύναιό τε καὶ ἐθελήσειας;
Ξένος
βούλει δῆτα ἐγώ σοι τρόπον τινὰ διακρίνω;
Νεώτερος Σωκράτης
πάνυ μὲν οὖν.
Ξένος
εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι συγγίγνεσθαι,