[266δ]
πεπορευμένος τῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ;
Νεώτερος Σωκράτης
παντάπασι μὲν οὖν.
Ξένος
νῦν γάρ, ὦ Σώκρατες, ἐκεῖνό ἐστι καταφανὲς μᾶλλον τὸ ῥηθὲν τότ᾽ ἐν τῇ περὶ τὸν σοφιστὴν ζητήσει.
Ξένος
ὅτι τῇ τοιᾷδε μεθόδῳ τῶν λόγων οὔτε σεμνοτέρου μᾶλλον ἐμέλησεν ἢ μή, τόν τε σμικρότερον οὐδὲν ἠτίμακε πρὸ τοῦ μείζονος, ἀεὶ δὲ καθ᾽ αὑτὴν περαίνει τἀληθέστατον.