[286β]
δ᾽ ἐν τοῖς ἐλάττοσιν ἡ μελέτη παντὸς πέρι μᾶλλον ἢ περὶ τὰ μείζω.
Νεώτερος Σωκράτης
κάλλιστ᾽ εἶπες.
Ξένος
ὧν τοίνυν χάριν ἅπανθ᾽ ἡμῖν ταῦτ᾽ ἐρρήθη περὶ τούτων, μνησθῶμεν.
Ξένος
ταύτης τε οὐχ ἥκιστα αὐτῆς ἕνεκα τῆς δυσχερείας ἣν περὶ τὴν μακρολογίαν τὴν περὶ τὴν ὑφαντικὴν ἀπεδεξάμεθα δυσχερῶς, καὶ τὴν περὶ τὴν τοῦ παντὸς ἀνείλιξιν καὶ τὴν τοῦ σοφιστοῦ πέρι τῆς τοῦ μὴ ὄντος οὐσίας, ἐννοοῦντες ὡς ἔσχε μῆκος πλέον, καὶ ἐπὶ τούτοις δὴ πᾶσιν ἐπεπλήξαμεν