[280β]
ὑφαντικὴν οὕτω ῥηθεῖσάν τις τάχ᾽ ἂν ἱκανῶς εἰρῆσθαι δόξειεν, μὴ δυνάμενος συννοεῖν ὅτι τῶν μὲν ἐγγὺς συνεργῶν οὔπω διώρισται, πολλῶν δὲ ἑτέρων συγγενῶν ἀπεμερίσθη.
Νεώτερος Σωκράτης
ποίων, εἰπέ, συγγενῶν;
Ξένος
οὐχ ἕσπου τοῖς λεχθεῖσιν, ὡς φαίνῃ: πάλιν οὖν ἔοικεν ἐπανιτέον ἀρχόμενον ἀπὸ τελευτῆς. εἰ γὰρ συννοεῖς τὴν οἰκειότητα, τὴν μὲν διετέμομεν ἀπ᾽ αὐτῆς νυνδή, τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζοντες καὶ ὑποβολῇ.