[268ε]
ἐν τοῖς πρόσθεν, μέρος ἀεὶ μέρους ἀφαιρουμένους ἐπ᾽ ἄκρον ἀφικνεῖσθαι τὸ ζητούμενον. οὐκοῦν χρή;
Νεώτερος Σωκράτης
πάνυ μὲν οὖν.
Ξένος
ἀλλὰ δὴ τῷ μύθῳ μου πάνυ πρόσεχε τὸν νοῦν, καθάπερ οἱ παῖδες: πάντως οὐ πολλὰ ἐκφεύγεις παιδιὰς ἔτη.
Ξένος
ἦν τοίνυν καὶ ἔτι ἔσται τῶν πάλαι λεχθέντων πολλά τε ἄλλα καὶ δὴ καὶ τὸ περὶ τὴν Ἀτρέως τε καὶ Θυέστου λεχθεῖσαν ἔριν φάσμα. ἀκήκοας γάρ που καὶ ἀπομνημονεύεις ὅ φασι γενέσθαι τότε.
Νεώτερος Σωκράτης
τὸ περὶ τῆς χρυσῆς ἀρνὸς ἴσως σημεῖον φράζεις.