[297β]
ἓν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῴζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;
Νεώτερος Σωκράτης
οὐκ ἔστ᾽ ἀντειπεῖν παρά γε ἃ νῦν εἴρηται.
Ξένος
καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.
Νεώτερος Σωκράτης
τὰ ποῖα εἶπες;
Ξένος
ὡς οὐκ ἄν ποτε πλῆθος οὐδ᾽ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τ᾽ ἂν γένοιτο μετὰ νοῦ διοικεῖν