[294α]
γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων: νῦν δ᾽ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.
Ξένος
τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική: τὸ δ᾽ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλ᾽ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθ᾽ ὅπῃ;