[268δ]
Νεώτερος Σωκράτης
ὀρθότατα μὲν οὖν.
Ξένος
τοῦτο τοίνυν, ὦ Σώκρατες, ἡμῖν ποιητέον, εἰ μὴ μέλλομεν ἐπὶ τῷ τέλει καταισχῦναι τὸν λόγον.
Νεώτερος Σωκράτης
ἀλλὰ μὴν οὐδαμῶς τοῦτό γε δραστέον.
Ξένος
πάλιν τοίνυν ἐξ ἄλλης ἀρχῆς δεῖ καθ᾽ ἑτέραν ὁδὸν πορευθῆναί τινα.
Ξένος
σχεδὸν παιδιὰν ἐγκερασαμένους: συχνῷ γὰρ μέρει δεῖ μεγάλου μύθου προσχρήσασθαι, καὶ τὸ λοιπὸν δή, καθάπερ