[264β]
πρὸς τῇ πολιτικῇ. πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος.
Ξένος
οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.
Νεώτερος Σωκράτης
καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.
Ξένος
ταῦτ᾽ ἔστω. πάλιν δ᾽ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν: ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει. καί μοι φράζε.