[295β]
ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ δι᾽ ἀκριβείας προστάττειν τὸ προσῆκον; ἐπεὶ τοῦτ᾽ ἂν δυνατὸς ὤν, ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην εἰληφότων σχολῇ ποτ᾽ ἂν ἑαυτῷ θεῖτ᾽ ἐμποδίσματα γράφων τοὺς λεχθέντας τούτους νόμους.
Νεώτερος Σωκράτης
ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, εἰρημένων.