[296ξ]
εἰπεῖν ἔστι πρότερον τῷ βιασθέντι περὶ τὸ τοιοῦτον πλὴν ὅτι νοσώδη καὶ ἄτεχνα πέπονθεν ὑπὸ τῶν βιασαμένων ἰατρῶν;
Νεώτερος Σωκράτης
ἀληθέστατα λέγεις.
Ξένος
τί δὲ ἡμῖν δὴ τὸ παρὰ τὴν πολιτικὴν τέχνην ἁμάρτημα λεγόμενόν ἐστιν; ἆρ᾽ οὐ τὸ αἰσχρὸν καὶ τὸ κακὸν καὶ ἄδικον;
Νεώτερος Σωκράτης
παντάπασί γε.
Ξένος
τῶν δὴ βιασθέντων παρὰ τὰ γεγραμμένα καὶ πάτρια δρᾶν ἕτερα δικαιότερα καὶ ἀμείνω καὶ καλλίω τῶν ἔμπροσθεν,