[270β]
Νεώτερος Σωκράτης
φαίνεται γοῦν δὴ καὶ μάλα εἰκότως εἰρῆσθαι πάνθ᾽ ὅσα διελήλυθας.
Ξένος
λογισάμενοι δὴ συννοήσωμεν τὸ πάθος ἐκ τῶν νῦν λεχθέντων, ὃ πάντων ἔφαμεν εἶναι τῶν θαυμαστῶν αἴτιον. ἔστι γὰρ οὖν δὴ τοῦτ᾽ αὐτό.
Ξένος
τὸ τὴν τοῦ παντὸς φορὰν τοτὲ μὲν ἐφ᾽ ἃ νῦν κυκλεῖται φέρεσθαι, τοτὲ δ᾽ ἐπὶ τἀναντία.