[153ε]
τιν᾽ αὐτῷ χώραν ἀποτάξῃς: ἤδη γὰρ ἂν εἴη τε δήπου ἐν τάξει καὶ μένον καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο.
Σωκράτης
ἑπώμεθα τῷ ἄρτι λόγῳ, μηδὲν αὐτὸ καθ᾽ αὑτὸ ἓν ὂν τιθέντες: καὶ ἡμῖν οὕτω μέλαν τε καὶ λευκὸν καὶ ὁτιοῦν ἄλλο χρῶμα ἐκ τῆς προσβολῆς τῶν ὀμμάτων πρὸς τὴν προσήκουσαν φορὰν φανεῖται γεγενημένον, καὶ ὃ δὴ ἕκαστον