previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

ποῦ δ᾽ ὢν ἐτύγχαν᾽, ἡνίκ᾽ ὤλλυτο πτόλις;

Ἑκάβη

πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.

Ἀγαμέμνων

ποῖ τῶν τότ᾽ ὄντων χωρίσας τέκνων μόνον;

Ἑκάβη

770ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.

Ἀγαμέμνων

πρὸς ἄνδρ᾽ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;

Ἑκάβη

ἐνταῦθ᾽ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.

Ἀγαμέμνων

θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;

Ἑκάβη

τίνος γ᾽ ὑπ᾽ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.

Ἀγαμέμνων

775 τλῆμον: που χρυσὸν ἠράσθη λαβεῖν;

Ἑκάβη

τοιαῦτ᾽, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.

Ἀγαμέμνων

ηὗρες δὲ ποῦ νιν; τίς ἤνεγκεν νεκρόν;

Ἑκάβη

ἥδ᾽, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.

Ἀγαμέμνων

τοῦτον ματεύουσ᾽ πονοῦσ᾽ ἄλλον πόνον;

Ἑκάβη

780λούτρ᾽ ᾤχετ᾽ οἴσουσ᾽ ἐξ ἁλὸς Πολυξένῃ.

Ἀγαμέμνων

κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.

Ἑκάβη

θαλασσόπλαγκτόν γ᾽, ὧδε διατεμὼν χρόα.

Ἀγαμέμνων

σχετλία σὺ τῶν ἀμετρήτων πόνων.

Ἑκάβη

ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.

Ἀγαμέμνων

785φεῦ φεῦ: τίς οὕτω δυστυχὴς ἔφυ γυνή;

Ἑκάβη

Ἑκάβη

οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
ἀλλ᾽ ὧνπερ οὕνεκ᾽ ἀμφὶ σὸν πίπτω γόνυ
ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
στέργοιμ᾽ ἄν: εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
790τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
ξενίας τ᾽ ἀριθμῷ πρῶτ᾽ ἔχων ἐμῶν φίλων,
795τυχὼν δ᾽ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν
ἔκτεινε: τύμβου δ᾽, εἰ κτανεῖν ἐβούλετο,
οὐκ ἠξίωσεν, ἀλλ᾽ ἀφῆκε πόντιον.

ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως:
ἀλλ᾽ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
800Νόμος: νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
καὶ ζῶμεν ἄδικα καὶ δίκαι᾽ ὡρισμένοι:
ὃς ἐς σ᾽ ἀνελθὼν εἰ διαφθαρήσεται,
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
κτείνουσιν θεῶν ἱερὰ τολμῶσιν φέρειν,
805οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
ταῦτ᾽ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με:
οἴκτιρον ἡμᾶς, ὡςγραφεύςτ᾽ ἀποσταθεὶς
ἰδοῦ με κἀνάθρησον οἷ᾽ ἔχω κακά.
τύραννος ποτ᾽, ἀλλὰ νῦν δούλη σέθεν,
810εὔπαις ποτ᾽ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ᾽ ἅμα,
ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: