Ἑκάβη
ἄγετ᾽, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
60ἄγετ᾽ ὀρθοῦσαι τὴν ὁμόδουλον,
Τρῳάδες, ὑμῖν, πρόσθε δ᾽ ἄνασσαν:
λάβετε φέρετε πέμπετ᾽ ἀείρετέ μου
γεραιᾶς χειρὸς προσλαζύμεναι:
65κἀγὼ σκολιῷ σκίπωνι χερὸς
διερειδομένα σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
τί ποτ᾽ αἴρομαι ἔννυχος οὕτω
70δείμασι, φάσμασιν; ὦ πότνια Χθών,
μελανοπτερύγων μῆτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν,
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
75ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς δι᾽ ὀνείρων
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
ὦ χθόνιοι θεοί, σώσατε παῖδ᾽ ἐμόν,
80ὃς μόνος οἴκων ἄγκυρ᾽ ἔτ᾽ ἐμῶν
τὴν χιονώδη Θρῄκην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.
ἔσται τι νέον:
ἥξει τι μέλος γοερὸν γοεραῖς.
85οὔποτ᾽ ἐμὰ φρὴν ὧδ᾽ ἀλίαστος
φρίσσει, ταρβεῖ.
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
90εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
σφαζομέναν, ἀπ᾽ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
καὶ τόδε δεῖμά μοι: ἦλθ᾽ ὑπὲρ ἄκρας
τύμβου κορυφᾶς
φάντασμ᾽ Ἀχιλέως: ᾔτει δὲ γέρας
95τῶν πολυμόχθων τινὰ Τρωιάδων.
ἀπ᾽ ἐμᾶς ἀπ᾽ ἐμᾶς οὖν τόδε παιδὸς
πέμψατε, δαίμονες, ἱκετεύω.