Ταλθύβιος
ποῦ τὴν ἄνασσαν δή ποτ᾽ οὖσαν Ἰλίου
485Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
Χορός
αὕτη πέλας σου νῶτ᾽ ἔχουσ᾽ ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
Ταλθύβιος
ὦ Ζεῦ, τί λέξω; πότερά σ᾽ ἀνθρώπους ὁρᾶν;
ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
490ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
οὐχ ἥδ᾽ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγ᾽ ὀλβίου δάμαρ;
καὶ νῦν πόλις μὲν πᾶσ᾽ ἀνέστηκεν δορί,
495αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
φεῦ φεῦ: γέρων μέν εἰμ᾽, ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
ἀνίστασ᾽, ὦ δύστηνε, καὶ μετάρσιον
500πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Ἑκάβη
ἔα: τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; τί κινεῖς μ᾽, ὅστις εἶ, λυπουμένην;
Ταλθύβιος
Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
Ἑκάβη
505ὦ φίλτατ᾽, ἆρα κἄμ᾽ ἐπισφάξαι τάφῳ
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλ᾽ ἂν λέγοις.
σπεύδωμεν, ἐγκονῶμεν: ἡγοῦ μοι, γέρον.
Ταλθύβιος
σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε: πέμπουσιν δέ με
510δισσοί τ᾽ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Ἑκάβη
οἴμοι, τί λέξεις; οὐκ ἄρ᾽ ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσ᾽ ἄπο:
ἡμεῖς δ᾽ ἄτεκνοι τοὐπὶ σ᾽: ὦ τάλαιν᾽ ἐγώ.
515πῶς καί νιν ἐξεπράξατ᾽; ἆρ᾽ αἰδούμενοι;
ἢ πρὸς τὸ δεινὸν ἤλθεθ᾽ ὡς ἐχθράν, γέρον,
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.