Χορός
αὔρα, ποντιὰς αὔρα,
445ἅτε ποντοπόρους κομί-
ζεις θοὰς ἀκάτους ἐπ᾽ οἶδμα λίμνας,
ποῖ με τὰν μελέαν πορεύ-
σεις; τῷ δουλόσυνος πρὸς οἶ-
κον κτηθεῖσ᾽ ἀφίξομαι; ἢ
450Δωρίδος ὅρμον αἴας;
ἢ Φθιάδος, ἔνθα τὸν
καλλίστων ὑδάτων πατέρα
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;