Πολυξένη
μῆτερ, πιθοῦ μοι: καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τ᾽, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τ᾽ ἐκ νέου βραχίονος
σπασθεῖσ᾽, ἃ πείσῃ; μὴ σύ γ᾽: οὐ γὰρ ἄξιον.
ἀλλ᾽, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι:
ὡς οὔποτ᾽ αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ᾽ ἡλίου προσόψομαι.
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
ὦ μῆτερ, ὦ τεκοῦσ᾽, ἄπειμι δὴ κάτω.
Ἑκάβη
415ὦ θύγατερ, ἡμεῖς δ᾽ ἐν φάει δουλεύσομεν.
Πολυξένη
ἄνυμφος ἀνυμέναιος ὧν μ᾽ ἐχρῆν τυχεῖν.
Ἑκάβη
οἰκτρὰ σύ, τέκνον, ἀθλία δ᾽ ἐγὼ γυνή.
Πολυξένη
ἐκεῖ δ᾽ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
οἴμοι: τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
420δούλη θανοῦμαι, πατρὸς οὖσ᾽ ἐλευθέρου.
Ἑκάβη
ἡμεῖς δὲ πεντήκοντά γ᾽ ἄμμοροι τέκνων.
Πολυξένη
τί σοι πρὸς Ἕκτορ᾽ ἢ γέροντ᾽ εἴπω πόσιν;
Ἑκάβη
ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
ὦ στέρνα μαστοί θ᾽, οἵ μ᾽ ἐθρέψαθ᾽ ἡδέως.
Ἑκάβη
425ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξένη
χαῖρ᾽, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ᾽ ἐμοί,
Ἑκάβη
χαίρουσιν ἄλλοι, μητρὶ δ᾽ οὐκ ἔστιν τόδε.
Πολυξένη
ὅ τ᾽ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
εἰ ζῇ γ᾽: ἀπιστῶ δ᾽: ὧδε πάντα δυστυχῶ.
Πολυξένη
430ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Ἑκάβη
τέθνηκ᾽ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
κόμιζ᾽, Ὀδυσσεῦ, μ᾽ ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γ᾽ ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τ᾽ ἐκτήκω γόοις.
435ὦ φῶς: προσειπεῖν γὰρ σὸν ὄνομ᾽ ἔξεστί μοι,
μέτεστι δ᾽ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
οἲ 'γώ, προλείπω: λύεται δέ μου μέλη.
ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
440δός: μὴ λίπῃς μ᾽ ἄπαιδ᾽. ἀπωλόμην, φίλαι ...
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι: διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.