previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πολυξένη

μῆτερ, πιθοῦ μοι: καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τ᾽, τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
405βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τ᾽ ἐκ νέου βραχίονος
σπασθεῖσ᾽, πείσῃ; μὴ σύ γ᾽: οὐ γὰρ ἄξιον.
ἀλλ᾽, φίλη μοι μῆτερ, ἡδίστην χέρα
410δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι:
ὡς οὔποτ᾽ αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θ᾽ ἡλίου προσόψομαι.
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
μῆτερ, τεκοῦσ᾽, ἄπειμι δὴ κάτω.

Ἑκάβη

415 θύγατερ, ἡμεῖς δ᾽ ἐν φάει δουλεύσομεν.

Πολυξένη

ἄνυμφος ἀνυμέναιος ὧν μ᾽ ἐχρῆν τυχεῖν.

Ἑκάβη

οἰκτρὰ σύ, τέκνον, ἀθλία δ᾽ ἐγὼ γυνή.

Πολυξένη

ἐκεῖ δ᾽ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.

Ἑκάβη

οἴμοι: τί δράσω; ποῖ τελευτήσω βίον;

Πολυξένη

420δούλη θανοῦμαι, πατρὸς οὖσ᾽ ἐλευθέρου.

Ἑκάβη

ἡμεῖς δὲ πεντήκοντά γ᾽ ἄμμοροι τέκνων.

Πολυξένη

τί σοι πρὸς Ἕκτορ᾽ γέροντ᾽ εἴπω πόσιν;

Ἑκάβη

ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.

Πολυξένη

στέρνα μαστοί θ᾽, οἵ μ᾽ ἐθρέψαθ᾽ ἡδέως.

Ἑκάβη

425 τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.

Πολυξένη

χαῖρ᾽, τεκοῦσα, χαῖρε Κασάνδρα τ᾽ ἐμοί,

Ἑκάβη

χαίρουσιν ἄλλοι, μητρὶ δ᾽ οὐκ ἔστιν τόδε.

Πολυξένη

τ᾽ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.

Ἑκάβη

εἰ ζῇ γ᾽: ἀπιστῶ δ᾽: ὧδε πάντα δυστυχῶ.

Πολυξένη

430ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.

Ἑκάβη

τέθνηκ᾽ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.

Πολυξένη

κόμιζ᾽, Ὀδυσσεῦ, μ᾽ ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γ᾽ ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τ᾽ ἐκτήκω γόοις.
435 φῶς: προσειπεῖν γὰρ σὸν ὄνομ᾽ ἔξεστί μοι,
μέτεστι δ᾽ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.

Ἑκάβη

οἲ 'γώ, προλείπω: λύεται δέ μου μέλη.
θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
440δός: μὴ λίπῃς μ᾽ ἄπαιδ᾽. ἀπωλόμην, φίλαι ...
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι: διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: