130
σπουδαὶ δὲ λόγων κατατεινομένων
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
135δούλων σφαγίων εἵνεκ᾽ ἀπωθεῖν,
μηδέ τιν᾽ εἰπεῖν παρὰ Φερσεφόνῃ
στάντα φθιμένων
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
140Τροίας πεδίων ἀπέβησαν.
ἥξει δ᾽ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
ἀλλ᾽ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
145ἵζ᾽ Ἀγαμέμνονος ἱκέτις γονάτων,
κήρυσσε θεοὺς τούς τ᾽ οὐρανίδας
τούς θ᾽ ὑπὸ γαῖαν.
ἢ γάρ σε λιταὶ διακωλύσουσ᾽
ὀρφανὸν εἶναι παιδὸς μελέας,
150ἢ δεῖ σ᾽ ἐπιδεῖν τύμβου προπετῆ
φοινισσομένην αἵματι παρθένον
ἐκ χρυσοφόρου
δειρῆς νασμῷ μελαναυγεῖ.