1145
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
λόγῳ με τοιῷδ᾽ ἤγαγ᾽, ὡς κεκρυμμένας
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
χρυσοῦ: μόνον δὲ σὺν τέκνοισί μ᾽ εἰσάγει
δόμους, ἵν᾽ ἄλλος μή τις εἰδείη τάδε.
1150ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ:
πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
αἳ δ᾽ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
θάκους ἔχουσαι, κερκίδ᾽ Ἠδωνῆς χερὸς
ᾔνουν, ὑπ᾽ αὐγὰς τούσδε λεύσσουσαι πέπλους:
1155ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
γυμνόν μ᾽ ἔθηκαν διπτύχου στολίσματος.
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
τέκν᾽ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν:
1160κᾆτ᾽ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
εὐθὺς λαβοῦσαι φάσγαν᾽ ἐκ πέπλων ποθὲν
κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
καὶ κῶλα: παισὶ δ᾽ ἀρκέσαι χρῄζων ἐμοῖς,
1165εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
ἐξειργάσαντο δείν᾽: ἐμῶν γὰρ ὀμμάτων,
1170πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
κεντοῦσιν, αἱμάσσουσιν: εἶτ᾽ ἀνὰ στέγας
φυγάδες ἔβησαν: ἐκ δὲ πηδήσας ἐγὼ
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
ἅπαντ᾽ ἐρευνῶν †τοῖχον ὡς κυνηγέτης†
1175βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
1180ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω:
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
τοιόνδ᾽: ὁ δ᾽ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός
μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
1185πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσ᾽ ἐπίφθονοι,
αἳ δ᾽ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.