Χορός
1025ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
†λέχριος ἐκπεσῇ φίλας καρδίας,
ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει:
1030ὀλέθριον ὀλέθριον κακόν.†
ψεύσει σ᾽ ὁδοῦ τῆσδ᾽ ἐλπὶς ἥ σ᾽ ἐπήγαγεν
θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας:
ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.