Ποσειδῶν
τὸ μὲν στενὸν τοῦτο, ἔνθα ἡ παῖς κατηνέχθη,
Ἑλλήσποντος ἀπ᾽ αὐτῆς καλείσθω: τὸν δὲ νεκρὸν
[311]
ὑμεῖς, ὦ Νηρηίδες, παραλαβοῦσαι τῇ Τρῳάδι προσενέγκατε,
ὡς ταφείη ὑπὸ τῶν ἐπιχωρίων.
Ἀμφιτρίτη
μηδαμῶς, ὦ Πόσειδον, ἀλλ᾽ ἐνταῦθα ἐν τῷ
ἐπωνύμῳ πελάγει τεθάφθω: ἐλεοῦμεν γὰρ αὐτὴν οἴκτιστα
ὑπὸ τῆς μητρυιᾶς πεπονθυῖαν.
Ποσειδῶν
τοῦτο μέν, ὦ Ἀμφιτρίτη, οὐ θέμις: οὐδὲ ἄλλως
καλὸν ἐνταῦθά που κεῖσθαι ὑπὸ τῇ ψάμμῳ αὐτήν,
ἀλλ᾽ ὅπερ ἔφην ἐν τῇ Τρῳάδι ἢ ἐν Χερρονήσῳ τεθάψεται.
[312]
ἐκεῖνο δὲ παραμύθιον οὐ μικρὸν ἔσται αὐτῇ, ὅτι μετ᾽
ὀλίγον τὰ αὐτὰ καὶ ἡ Ἰνὼ πείσεται καὶ ἐμπεσεῖται ὑπὸ
τοῦ Ἀθάμαντος διωκομένη ἐς τὸ πέλαγος ἀπ᾽ ἄκρου τοῦ
Κιθαιρῶνος, καθ᾽ ὅπερ καθήκει ἐς τὴν θάλατταν, ἔχουσα
καὶ τὸν υἱὸν ἐπὶ τῆς ἀγκάλης. ἀλλὰ κἀκείνην σῶσαι
δεήσει χαρισαμένους τῷ Διονύσῳ: τροφὸς γὰρ αὐτοῦ καὶ
τίτθη ἡ Ἰνώ.