Ποσειδῶν
ὡς βαθὺν ἐκοιμήθης, ὦ τέκνον, ὃς οὐκ
ἐξέθορες μεταξὺ τυφλούμενος. ὁ δ᾽ οὖν Ὀδυσσεὺς πῶς
διέφυγεν; οὐ γὰρ ἂν εὖ οἶδ᾽ ὅτι ἠδυνήθη ἀποκινῆσαι τὴν
πέτραν ἀπὸ τῆς θύρας.
Κύκλωψ
ἀλλ᾽ ἐγὼ ἀφεῖλον, ὡς μᾶλλον αὐτὸν λάβοιμι
ἐξιόντα, καὶ καθίσας παρὰ τὴν θύραν ἐθήρων τὰς χεῖρας
ἐκπετάσας, μόνα παρεὶς τὰ πρόβατα ἐς τὴν νομήν,
ἐντειλάμενος τῷ κριῷ ὁπόσα ἐχρῆν πράττειν αὐτὸν ὑπὲρ ἐμοῦ.