Τρίτων
τὸ κῆτος ὑμῶν, ὦ Νηρηίδες, ὃ ἐπὶ τὴν
[322]
τοῦ Κηφέως θυγατέρα τὴν Ἀνδρομέδαν ἐπέμψατε, οὔτε
τὴν παῖδα ἠδίκησεν, ὡς οἴεσθε, καὶ αὐτὸ ἤδη τέθνηκεν.
Νηρηίδες
ὑπὸ τίνος, ὦ Τρίτων; ἢ ὁ Κηφεὺς καθάπερ
δέλεαρ προθεὶς τὴν κόρην ἀπέκτεινεν ἐπιών, λοχήσας
μετὰ πολλῆς δυνάμεως;
Τρίτων
οὔκ: ἀλλὰ ἴστε, οἶμαι, ὦ Ἰφιάνασσα, τὸν
Περσέα, τὸ τῆς Δανάης παιδίον, ὃ μετὰ τῆς μητρὸς ἐν
τῇ κιβωτῷ ἐμβληθὲν ἐς τὴν θάλατταν ὑπὸ τοῦ μητροπάτορος
ἐσώσατε οἰκτείρασαι αὐτούς.
Ἰφιάνασσα
οἶδα ὃν λέγεις: εἰκὸς δὲ ἤδη νεανίαν εἶναι καὶ
μάλα γενναῖόν τε καὶ καλὸν ἰδεῖν.
Τρίτων
οὗτος ἀπέκτεινε τὸ κῆτος.
Ἰφιάνασσα
διὰ τί, ὦ Τρίτων; οὐ γὰρ δὴ σῶστρα ἡμῖν τοιαῦτα ἐκτίνειν αὐτὸν ἐχρῆν.