Ζέφυρος
οὐ πώποτε πομπὴν ἐγὼ μεγαλοπρεπεστέραν
εἶδον ἐν τῇ θαλάττῃ, ἀφ᾽ οὗ γέ εἰμι καὶ πνέω. σὺ
δὲ οὐκ εἶδες, ὦ Νότε;
Νότος
τίνα ταύτην λέγεις, ὦ Ζέφυρε, τὴν πομπήν;
ἢ τίνες οἱ πέμποντες ἦσαν;
Ζέφυρος
ἡδίστου θεάματος ἀπελείφθης, οἷον οὐκ ἂν ἄλλο ἴδοις ἔτι.
Νότος
περὶ τὴν ἐρυθρὰν γὰρ θάλατταν εἰργαζόμην,
ἐπέπνευσα δὲ καὶ μέρος τῆς Ἰνδικῆς, ὅσα παράλια τῆς
χώρας: οὐδὲν οὖν οἶδα ὧν λέγεις.
Ζέφυρος
ἀλλὰ τὸν Σιδώνιον Ἀγήνορα οἶδας;
Νότος
ναί: τὸν τῆς Εὐρώπης πατέρα. τί μην;
Ζέφυρος
περὶ αὐτῆς ἐκείνης διηγήσομαί σοι.
Νότος
μῶν ὅτι ὁ Ζεὺς ἐραστὴς τῆς παιδὸς ἐκ πολ
λοῦ; τοῦτο γὰρ καὶ πάλαι ἠπιστάμην.
Ζέφυρος
οὐκοῦν τὸν μὲν ἔρωτα οἶσθα, τὰ μετὰ ταῦτα
δὲ ἤδη ἄκουσον.