Ζέφυρος
καὶ μάλα, ὦ Νότε: ἄρξει τε, ὡς ὁ Ἑρμῆς
ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν
ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.
Νότος
Θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα.
Ζέφυρος
νὴ Δί᾽: εὐνουστέρα γὰρ ἂν οὕτω γένοιτο.
ἀλλ᾽ ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς
ὅπως οὐκέτι μὲν τετραποδιστὶ βαδίζει, ἀνορθώσας δὲ αὐτὴν
ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησε;
Νότος
παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε: οὐκέτι τὰ
κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ᾽ ἐπέραστος
[307]
κόρη. ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν
καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
[p. 126]
Ζέφυρος
μὴ πολυπραγμονῶμεν, ὅτε ἄμεινον ἐκεῖνος
οἶδε τὰ πρακτέα.