Ξάνθος
δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα
καὶ κατάσβεσόν μου τὰ τραύματα.
Θάλασσα
τί τοῦτο, ὦ Ξάνθε; τίς σε κατέκαυσεν;
Ξάνθος
ὁ Ἥφαιστος. ἀλλ᾽ ἀπηνθράκωμαι ὅλος ὁ
κακοδαίμων καὶ ζέω.
Θάλασσα
διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ;
[317]
Ξάνθος
διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος: ἐπεὶ γὰρ
φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα τῆς ὀργῆς,
ἀλλ᾽ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας
τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς
ἀπόσχοιτο τῶν ἀνδρῶν.