Ἶρις
τὴν νῆσον τὴν πλανωμένην, ὦ Πόσειδον,
ἣν ἀποσπασθεῖσαν τῆς Σικελίας ὕφαλον ἔτι νήχεσθαι
συμβέβηκε, ταύτην, φησὶν ὁ Ζεύς, στῆσον ἤδη καὶ ἀνάφηνον
καὶ ποίησον ἤδη δῆλον ἐν τῷ Αἰγαίῳ μέσῳ βεβαίως
μένειν στηρίξας πάνυ ἀσφαλῶς: δεῖται γάρ τι αὐτῆς.
Ποσειδῶν
πεπράξεται ταῦτα, ὦ Ἶρι. τίνα δὲ ὅμως παρέξει
[315]
αὐτῷ τὴν χρείαν ἀναφανεῖσα καὶ μηκέτι πλέουσα;
Ἶρις
τὴν Λητὼ ἐπ᾽ αὐτῆς δεῖ ἀποκυῆσαι: ἤδη γὰρ
πονήρως ὑπὸ τῶν ὠδίνων ἔχει.
Ποσειδῶν
τί οὖν; οὐχ ἱκανὸς ὁ οὐρανὸς ἐντεκεῖν; εἰ
δὲ μὴ οὗτος, ἀλλ᾽ ἥ γε γῆ πᾶσα οὐκ ἂν δύναιτο ὑποδέξασθαι
τὰς γονὰς αὐτῆς;
Ἶρις
οὔκ, ὦ Πόσειδον: ἡ Ἥρα γὰρ ὅρκῳ μεγάλῳ
κατέλαβε τὴν γῆν, μὴ παρασχεῖν τῇ Λητοῖ τῶν ὠδίνων
ὑποδοχήν. ἡ τοίνυν νῆσος αὕτη ἀνώμοτός ἐστιν: ἀφανὴς γὰρ ἦν.