Ποσειδῶν
τί τοῦτο, Ἀλφειέ; μόνος τῶν ἄλλων ἐμπεσὼν
ἐς τὸ πέλαγος οὔτε ἀναμίγνυσαι τῇ ἅλμῃ, ὡς ἔθος
ποταμοῖς ἅπασιν, οὔτε ἀναπαύεις σεαυτὸν διαχυθείς,
ἀλλὰ διὰ τῆς θαλάττης ξυνεστὼς καὶ γλυκὺ φυλάττων
τὸ ῥεῖθρον, ἀμιγὴς ἔτι καὶ καθαρὸς ἐπείγῃ οὐκ οἶδα ὅπου
βύθιος ὑποδὺς καθάπερ οἱ λάροι καὶ ἐρῳδιοί; καὶ ἔοικας
ἀνακύψειν που καὶ αὖθις ἀναφανεῖν σεαυτόν.
Ἀλφειός
ἐρωτικόν τι τὸ πρᾶγμά ἐστιν, ὦ Πόσειδον,
ὥστε μὴ ἔλεγχε: ἠράσθης δὲ καὶ αὐτὸς πολλάκις.
[296]
Ποσειδῶν
γυναικός, ὦ Ἀλφειέ, ἢ νύμφης ἐρᾷς ἢ καὶ
τῶν Νηρηίδων αὐτῶν μιᾶς;
Ἀλφειός
οὔκ, ἀλλὰ πηγῆς, ὦ Πόσειδον.
Ποσειδῶν
ἡ δὲ ποῦ σοι γῆς αὕτη ῥεῖ;
Ἀλφειός
Νησιῶτίς ἐστι Σικελή: Ἀρέθουσαν αὐτὴν καλοῦσιν.