previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1.

Δῶρις
τί δακρύεις, Θέτι;

Θέτις
καλλίστην, Δωρί, κόρην εἶδον ἐς κιβωτὸν ὑπὸ τοῦ πατρὸς ἐμβληθεῖσαν, αὐτήν τε καὶ βρέφος αὐτῆς ἀρτιγέννητον: ἐκέλευσε δὲ πατὴρ τοὺς ναύτας ἀναλαβόντας [319] τὸ κιβώτιον, ἐπειδὰν πολὺ ἀπὸ τῆς γῆς ἀποσπάσωσιν, ἀφεῖναι ἐς τὴν θάλατταν, ὡς ἀπόλοιτο ἀθλία, καὶ αὐτὴ καὶ τὸ βρέφος.

Δῶρις
τίνος δὲ ἕνεκα, ἀδελφή; εἰπέ, εἴ τι ἔμαθες ἀκριβῶς ἅπαντα.

Θέτις
Ἀκρίσιος πατὴρ αὐτῆς καλλίστην οὖσαν ἐπαρθένευεν ἐς χαλκοῦν τινα θάλαμον ἐμβαλών: εἶτα, εἰ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, φασὶ δ᾽ οὖν τὸν Δία χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου ἐπ᾽ αὐτήν, δεξαμένην δὲ ἐκείνην ἐς τὸν κόλπον καταρρέοντα τὸν θεὸν ἐγκύμονα γενέσθαι. τοῦτο αἰσθόμενος πατήρ, ἄγριός τις καὶ ζηλότυπος γέρων, ἠγανάκτησε καὶ ὑπό τινος μεμοιχεῦσθαι οἰηθεὶς αὐτὴν ἐμβάλλει ἐς τὴν κιβωτὸν ἄρτι τετοκυῖαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: