Νότος
ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ
τοῦ πελάγους ἐς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρευσεν ἁλοὺς ἔρωτι;
Ζέφυρος
ναί, ὦ Νότε: οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς
ἦν τοῦ ποταμοῦ Ἰνάχου: νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν
αὐτὴν ζηλοτυπήσασα, ὅτι καὶ πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
Νότος
νῦν οὖν ἔτι ἐρᾷ τῆς βοός;
Ζέφυρος
καὶ μάλα, καὶ διὰ τοῦτο ἐς Αἴγυπτον αὐτὴν
[306]
ἔπεμψε καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλατταν
ἔστ᾽ ἂν διανήξηται, ὡς ἀποτεκοῦσα ἐκεῖ — κυεῖ δὲ ἤδη —
θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.