Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[289]
τοῦτο οὐ φέρω ὑμῶν,
καί μοι δοκεῖτε ὑπὸ φθόνου
αὐτὸ ποιεῖν,
ὅτι ποιμαίνων ποτὲ ἀπὸ τῆς σκοπῆς παιζούσας
ἡμᾶς ἰδὼν ἐπὶ τῆς ᾐόνος ἐν τοῖς πρόποσι τῆς Αἴτνης,
καθ᾽ ὃ μεταξὺ τοῦ ὄρους καὶ τῆς θαλάττης αἰγιαλὸς ἀπομηκύνεται,
ὑμᾶς μὲν οὐδὲ προσέβλεψεν,
ἐγὼ δὲ ἐξ ἁπασῶν
ἡ καλλίστη ἔδοξα,
καὶ μόνῃ ἐμοὶ ἐπεῖχε τὸν ὀφθαλμόν.
ταῦτα ὑμᾶς ἀνιᾷ:
δεῖγμα γάρ,
ὡς ἀμείνων εἰμὶ καὶ
ἀξιέραστος,
ὑμεῖς δὲ παρώφθητε.
Δῶρις
εἰ ποιμένι καὶ ἐνδεεῖ τὴν ὄψιν καλὴ ἔδοξας,
ἐπίφθονος οἴει γεγονέναι; καίτοι τί ἄλλο ἐν σοὶ
ἐπαινέσαι εἶχεν ἢ τὸ λευκὸν μόνον; καὶ τοῦτο, οἶμαι,
ὅτι ξυνήθης ἐστὶ τυρῷ καὶ γάλακτι: πάντα οὖν τὰ ὅμοια
τούτοις ἡγεῖται καλά. 3. ἐπεὶ τά γε ἄλλα ὁπόταν ἐθελήσῃς
μαθεῖν, οἵα τυγχάνεις οὖσα τὴν ὄψιν, ἀπὸ πέτρας