ὁ δ᾽ Ἀπελλῆς, δοκῶν ἠνυκέναι τι τῆς προθέσεως τῷ δι᾽ αὐτοῦ καθεστάσθαι τὸν τῶν Ἀχαιῶν στρατηγόν, αὖθις ἐνεχείρει τοῖς περὶ τὸν Ἄρατον, βουλόμενος εἰς τέλος ἀποσπάσαι τὸν Φίλιππον ἀπὸ τῆς πρὸς αὐτοὺς φιλίας. ἐπεβάλετο δὲ τὴν διαβολὴν πλάττειν διὰ τοιαύτης τινὸς ἐπινοίας. [2] Ἀμφίδαμος ὁ τῶν Ἠλείων στρατηγός, ἐν ταῖς Θαλάμαις ἁλοὺς ἅμα τοῖς συμπεφευγόσι, καθάπερ ἀνώτερον ἡμῖν ἐρρήθη περὶ τούτων, ὡς ἧκε μετὰ τῶν ἄλλων αἰχμαλώτων ἀγόμενος εἰς Ὀλυμπίαν, ἔσπευσε διά τινων εἰς λόγους ἐλθεῖν τῷ βασιλεῖ. [3] τυχὼν δὲ τούτου διελέγετο, φάσκων εἶναι δυνατὸς ἐπαγαγέσθαι τοὺς Ἠλείους εἰς τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν. ὁ δὲ Φίλιππος πεισθεὶς ἐξαπέστειλε τὸν Ἀμφίδαμον χωρὶς λύτρων, [4] κελεύσας ἐπαγγέλλεσθαι τοῖς Ἠλείοις, ἐὰν ἕλωνται τὴν πρὸς αὐτὸν φιλίαν, ὅτι τὰ μὲν αἰχμάλωτα πάντα χωρὶς λύτρων ἀποδώσει, τῇ δὲ χώρᾳ τὴν ἀσφάλειαν αὐτὸς ἀπὸ πάντων τῶν ἐκτὸς παρασκευάσει, [5] πρὸς δὲ τούτοις αὐτοὺς ἐλευθέρους, ἀφρουρήτους, ἀφορολογήτους, χρωμένους τοῖς ἰδίοις πολιτεύμασι, διατηρήσει. [6] οἱ μὲν οὖν Ἠλεῖοι διακούσαντες τούτων οὐδὲν προσέσχον, καίπερ ἐπισπαστικῶν καὶ μεγάλων εἶναι δοκούντων τῶν προτεινομένων: [7] ὁ δ᾽ Ἀπελλῆς, ἐκ τούτου τοῦ πράγματος πλάσας τὴν διαβολήν, προσήνεγκε τῷ Φιλίππῳ, φάσκων τοὺς περὶ τὸν Ἄρατον οὐκ εἰλικρινῆ τὴν φιλίαν ἄγειν πρὸς Μακεδόνας οὐδ᾽ ἀληθινῶς εὐνοεῖν αὐτῷ: καὶ γὰρ νῦν τῆς Ἠλείων ἀλλοτριότητος τούτους αἰτίους γεγονέναι. [8] καθ᾽ ὃν γὰρ καιρὸν Ἀμφίδαμον ἐξ Ὀλυμπίας εἰς Ἦλιν ἀπέστειλε, τούτους ἔφη κατ᾽ ἰδίαν λαβόντας ἐπιτρῖψαι τὸν ἄνθρωπον καὶ λέγειν ὅτι κατ᾽ οὐδένα τρόπον συμφέρει τοῖς Πελοποννησίοις τὸ γενέσθαι Φίλιππον Ἠλείων κύριον, [9] καὶ διὰ ταύτην τὴν αἰτίαν πάνθ᾽ ὑπεριδόντας τὰ προτεινόμενα τοὺς Ἠλείους διατηρεῖν μὲν τὴν πρὸς Αἰτωλοὺς φιλίαν, ὑπομένειν δὲ τὸν πρὸς