previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


συντελεσθέντων δὲ τούτων, καταπλαγεῖς γεγονότες πάντες οἱ κατὰ τὴν Τριφυλίαν ἐβουλεύοντο περὶ σφῶν αὐτῶν καὶ τῶν ἰδίων πατρίδων. [2] δὲ Φιλλίδας ἐκλιπὼν τὰς Τυπανέας, προσδιαρπάσας τινὰς τῶν οἰκιῶν, ἀπεχώρησεν εἰς τὸ Λέπρεον: [3] ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν. [4] οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες. [5] ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον. [6] οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τ᾽ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων, [7] ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως. [8] οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), POLEMARCHUS
    • Dictionary of Greek and Roman Geography (1854), HY´PANA
    • Dictionary of Greek and Roman Geography (1854), LE´PREUM
    • Dictionary of Greek and Roman Geography (1854), TYPA´NEAE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: