ὁ μὲν οὖν Καλλικράτης ταῦτα καὶ τοιαῦτ᾽ εἰπὼν ἀπῆλθεν. [2] οἱ φυγάδες δ᾽ ἐπεισελθόντες καὶ βραχέα περὶ αὑτῶν διδάξαντες καί τινα τῶν πρὸς τὸν κοινὸν ἔλεον εἰπόντες ἀνεχώρησαν. [3] ἡ δὲ σύγκλητος δόξασα τὸν Καλλικράτην λέγειν τι τῶν αὐτῇ συμφερόντων καὶ διδαχθεῖσα διότι δεῖ τοὺς μὲν τοῖς αὐτῆς δόγμασιν συνηγοροῦντας αὔξειν, τοὺς δ᾽ ἀντιλέγοντας ταπεινοῦν, [4] οὕτως καὶ τότε πρῶτον ἐπεβάλετο τοὺς μὲν κατὰ τὸ βέλτιστον ἱσταμένους ἐν τοῖς ἰδίοις πολιτεύμασιν ἐλαττοῦν, τοὺς δὲ καὶ δικαίως καὶ ἀδίκως [5] προστρέχοντας αὐτῇ σωματοποιεῖν. ἐξ ὧν αὐτῇ συνέβη κατὰ βραχύ, τοῦ χρόνου προβαίνοντος, κολάκων μὲν εὐπορεῖν, φίλων δὲ σπανίζειν ἀληθινῶν. [6] οὐ μὴν ἀλλὰ τότε περὶ μὲν τῆς καθόδου τῶν φυγάδων οὐ μόνον τοῖς Ἀχαιοῖς ἔγραψε, παρακαλοῦσα συνεπισχύειν, ἀλλὰ καὶ τοῖς Αἰτωλοῖς καὶ τοῖς Ἠπειρώταις, σὺν δὲ τούτοις Ἀθηναίοις, Βοιωτοῖς, Ἀκαρνᾶσιν, πάντας ὡσανεὶ προσδιαμαρτυρομένη χάριν τοῦ συντρῖψαι τοὺς Ἀχαιούς. [7] περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατ᾽ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης. [8] ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς. [9] ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατ᾽ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον, [10] οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφ᾽ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος * [11] ** Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς: [12] ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις. [13] ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδ᾽ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον: [14] καὶ διὰ τὴν ἀποπρεσβείαν καταπληξάμενος καὶ συντρίψας τοὺς ὄχλους διὰ τὸ μηδὲν εἰδέναι τῶν ὑπ᾽ αὐτοῦ κατ᾽ ἀλήθειαν εἰρημένων ἐν τῇ συγκλήτῳ τοὺς πολλούς, πρῶτον μὲν ᾑρέθη στρατηγός, πρὸς τοῖς ἄλλοις κακοῖς καὶ δωροδοκηθείς, [15] ἑξῆς δὲ τούτοις παραλαβὼν τὴν ἀρχὴν κατῆγε τοὺς ἐκ τῆς Λακεδαίμονος καὶ τοὺς ἐκ τῆς Μεσσήνης φυγάδας. —